Thesauros Literature History Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος Dionysius of Halicarnassus
18 οὗτος ὁ χαρακτὴρ τῶν Ἰσαίου λόγων καὶ ταῦτα τὰ διαλλάττοντα παρὰ τὴν Λυσίου ἀγωγήν. οὐθὲν δὲ κωλύει καὶ κεφαλαιωδῶς περιλαβόντα διʼ ἐλαχίστης δηλώσεως τὰ φανερώτατα εἰπεῖν, ὅτι μοι δοκεῖ Λυσίας μὲν τὴν ἀλήθειαν διώκειν μᾶλλον, Ἰσαῖος δὲ τὴν τέχνην, καὶ ὃ μὲν στοχάζεσθαι τοῦ χαριέντως, ὃ δὲ τοῦ δεινῶς. εἰ δέ τις παραθεωροίη ταῦτα ὡς μικρὰ καὶ φαῦλα, οὐκ ἂν ἔτι γένοιτο ἱκανὸς αὐτῶν κριτής. ἀλλὰ γὰρ αἱ ὁμοιότητες συνταράξουσιν αὐτοῦ τὴν γνώμην, ὥστε μὴ διαγνῶναι· τὸν ἴδιον ἑκατέρου χαρακτῆρα. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme