3
καθαρὰ μὲν καὶ ἀκριβὴς καὶ σαφὴς κυρία τε καὶ ἐναργὴς καὶ σύντομος, πρὸς δὲ τούτοις πιθανή τε καὶ πρέπουσα τοῖς ὑποκειμένοις στρογγύλη τε καὶ δικανικὴ οὐχ ἧττόν ἐστιν ἡ Ἰσαίου λέξις τῆς Λυσίου, καὶ κατὰ μὲν ταῦτα οὐκ ἄν τις αὐτὴν διαγνοίη. διαφέρειν δὲ ἐκείνης δόξειεν ἂν ἐν τοῖσδε· ἣ μὲν γὰρ ἀφελής τε καὶ ἠθικὴ μᾶλλόν ἐστι σύγκειταί τε φυσικώτερον καὶ ἐσχημάτισται ἁπλούστερον ἡδονῇ τε καὶ χάριτι πολλῇ κεχορήγηται. ἡ δὲ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα τῆς Λυσίου τήν τε σύνθεσιν περιεργοτέρα τις καὶ σχηματισμοῖς διειλημμένη ποικίλοις, ὅσον τε ἀπολείπεται τῆς χάριτος ἐκείνης, τοσοῦτον ὑπερέχει τῇ δεινότητι τῆς κατασκευῆς καὶ πηγή τις ὄντως ἐστὶ τῆς Δημοσθένους δυνάμεως. τὴν μὲν οὖν λέξιν οὕτως ἄν τις διαγνοίη, ἐν δὲ τοῖς πράγμασι τοιαύτας τινὰς εὑρήσει διαφοράς. παρὰ Λυσίᾳ μὲν οὐ πολλὴν τὴν ἐπιτέχνησιν οὔτʼ ἐν τοῖς μερισμοῖς τῶν πραγμάτων οὔτʼ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων οὔτʼ ἐν ταῖς ἐξεργασίαις αὐτῶν ὄψεται· ἁπλοῦς γὰρ ὁ ἀνήρ. παρʼ Ἰσαίῳ δὲ ἀκριβέστερον καὶ τεχνικώτερον ἤδη γινόμενα ταῦτα εὑρήσει. καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. καὶ πρὸς μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ, τοῖς δὲ πράγμασιν, ὑπὲρ ὧν ὁ λόγος, ἐκ παντὸς πειρᾶται βοηθεῖν.