Thesauros Literature History Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος Dionysius of Halicarnassus
7 τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν ἡ εἰσβολὴ καὶ διʼ οὐδὲν ἄλλο μᾶλλον ἢ ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς· ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς. καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, τὸ εἰρημένον· ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω. παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν· ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν. ὑψηλότερά τε γάρ ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα, καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα· μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. ἥ τε γὰρ προπέτεια καὶ ἡ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν ἢ αὐτοφυέσι. καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ ἡ πρόφασις λέγεται ἀνεπιτηδεύτως· ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος. ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται· καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς· τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ. τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα· ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme