Thesauros Literature History Περί της Δημοσθένους λέξεως

Περί της Δημοσθένους λέξεως

Περί της Δημοσθένους λέξεως Dionysius of Halicarnassus
16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παρʼ ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑποθέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme