Thesauros Literature History Ἐπιστολὴ πρὸς Ἀμμαῖον

Ἐπιστολὴ πρὸς Ἀμμαῖον

Ἐπιστολὴ πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
2 οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τότε ὑπὸ Αριστοτέλους τὰς ῥητορικὰς γεγράφθαι τέχνας. ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρθῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδʼ ἀλλοτρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τούτων οὐδεμία· τῶν πίστεων διʼ ἀναγκαίων συνάγεται λημμάτων· ἀλλʼ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἴομαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτικοὺς λόγους ἐσπουδακότων χάριτος· ἵνα μὴ τοῦθʼ ὑπολάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Αλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην, οὐδʼ ἂν αὐτὸς ὁ Δημοσθένης ὁ πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθʼ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν καταλιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme