8
εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων· τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν, εὐδοκιμοῦσι μάλιστα αἱ κατὰ ἀναλογίαν· ὡς Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως, ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι καὶ Κηφισόδοτος σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι τῶν περὶ τὸν Ὀλυνθιακὸν πόλεμον ἠγανάκτει φάσκων αὐτὸν εἰς πνῖγμα τὸν δῆμον ἀγαγόντα τὰς εὐθύνας πειρᾶσθαι διδόναι.