Thesauros Literature History Ἐπιστολὴ πρὸς Ἀμμαῖον

Ἐπιστολὴ πρὸς Ἀμμαῖον

Ἐπιστολὴ πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
9 οὑτωσὶ μὲν δὴ σαφῶς αὐτὸς ὁ φιλόσοφος ἀποδεικνύει μετὰ τὸν Ὀλυνθιακὸν πόλεμον γεγραμμένας ὑπʼ αὐτοῦ τὰς τέχνας. οὗτος δʼ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ. ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θρᾴκης θλιβομένων τῷ πολέμῳ καὶ πρεσβευσαμένων Ἀθήναζε Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντῳ στρατηγόν· ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν ἦλθεν εἰς τήν τε Παλλήνην καὶ τὴν Βοττιαίαν μετʼ Ὀλυνθίων καὶ τὴν χώραν ἐπόρθησεν. ἔπειθʼ ὑπὲρ τῆς τρίτης συμμαχίας λέγει ταυτί· πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλʼ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme