Thesauros Literature History Περὶ Δεινάρχου

Περὶ Δεινάρχου

Περὶ Δεινάρχου Dionysius of Halicarnassus
3 ἄλλων φίλων κάθοδος, περιμένων. συγχωρήσαντος δὲ τοῦ βασιλέως μετὰ τῶν ἄλλων φυγάδων κἀκείνῳ κατελθεῖν, ἀφικόμενος εἰς Ἀθήνας καὶ παρʼ ἑνὶ τῶν φίλων Προξένῳ καταχθεὶς τὸ χρυσίον ἀπολλύει γηραιὸς ὢν ἤδη καὶ τὰς ὄψεις ἀσθενής. ὀλιγώρως δʼ ἔχοντος τοῦ Προξένου πρὸς τὴν ζήτησιν, δίκην ἔλαχεν αὐτῷ περὶ τῶν χρημάτων αὐτὸς οὐδεπώποτε πρότερον εἰς δικαστήριον παρελθών. οὗτος μὲν ὁ βίος τἀνδρός. ἀποδείκνυται δʼ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῷ λόγῳ τῷ κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν, προσκειμένην δὲ ἔχει τὴν γραφὴν ταύτην· Δείναρχος Σωστράτου Κορίνθιος Προξένῳ, ᾧ σύνειμι, βλάβης ταλάντων δύο. ἔβλαψέ με Πρόξενος, ὑποδεξάμενος εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν ἀγρῷ, ὅτε πεφευγὼς Ἀθήνηθεν κατῄειν ἐκ Χαλκίδος, χρυσίου μὲν στατῆρας ὀγδοήκοντα καὶ διακοσίους καὶ πέντε, οὓς ἐκόμισα ἐκ Χαλκίδος εἰδότος Προξένου καὶ εἰσῆλθον ἔχων εἰς τὴν οἰκίαν αὐτοῦ, ἀργυρώματα δὲ οὐκ ἔλαττον εἴκοσι μνῶν ἄξια, ἐπιβουλεύσας τούτοις. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ λόγῳ εὐθὺς μὲν ἐν ἀρχῇ περὶ τοῦ μηδεμίαν δίκην πρότερον εἰσελθεῖν δεδήλωκεν, ἐν δὲ τοῖς πρότερον μετὰ ταῦτα πρῶτον μὲν ἐν τῷ προοιμίῳ τὴν βλάβην τὴν γενομένην αὐτῷ διὰ Προξένου δεδήλωκεν, ἐν δὲ τοῖς ἑξῆς περί τε τῆς φυγῆς καὶ τῶν ἄλλων διεξέρχεται πάντων, ἐξ ὧν γίγνεται φανερὰ τὰ προειρημένα, καὶ ἔτι πρὸς τούτοις, ὅτι ξένος διέμεινε καὶ γέρων ἤδη ὢν εἶπε τὸν λόγον, ἐξ ὦν ἐπὶ τῷ τέλει τῆς δίκης εἴρηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme