Thesauros Literature History Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
25 ἐν ἀρχῇ μὲν οὖν τοῦ προοιμίου προθέσει χρησάμενος, ὅτι μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακός, κατὰ λέξιν οὕτω γράφει· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι ξυνέβη πιστεῦσαι, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε εἰς τὰ ἄλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες, βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι, ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους. καταφρονήσαντες οὖν αὐτῶν καὶ ἐμβοήσαντες ἀθρόοι ὥρμησαν ἐπʼ αὐτούς. ἥδʼ ἡ περιοχὴ ὤφελε μὲν κατεσκευάσθαι μὴ τοῦτον ὑπʼ αὐτοῦ τὸν τρόπον, ἀλλὰ κοινότερον μᾶλλον καὶ ὠφελιμώτερον, τοῦ τελευταίου μορίου τῷ πρώτῳ προστεθέντος, τῶν δὲ διὰ μέσου τὴν μετὰ ταῦτα χώραν λαβόντων. ἀγκυλωτέρα μὲν οὖν ἡ φράσις οὕτω σχηματισθεῖσα γέγονε καὶ δεινοτέρα, σαφεστέρα δὲ καὶ ἡδίων ἐκείνως ἂν κατασκευασθεῖσα· τῶν δὲ Λακεδαιμονίων οὐκέτι ἐπεκθεῖν, ᾗ προσπίπτοιεν, δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη, συστραφέντες καὶ ἐμβοήσαντες, ὥρμησαν ἐπʼ αὐτοὺς ἀθρόοι· ἔκ τε τῆς ὄψεως τὸ θαρρεῖν προσειληφότες, ὅτι πολλαπλάσιοι ἦσαν, καὶ ἐκ τοῦ μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι καταφρονήσαντες, ἐπειδὴ οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ἣν ἔσχον ὑπόληψιν, ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶΛακεδαιμονίους.
26 ὑπεξαιρουμένης δὲ τῆς περιγραφῆς πάσης, τἆλλα πάντα ὠνόμασταί τε τοῖς προσφυεστάτοις ὀνόμασι καὶ περιείληπται τοῖς ἐπιτηδειοτάτοις σχηματισμοῖς, ἀρετῆς τε οὐδεμιᾶς ὡς εἰπεῖν οὔτε λεκτικῆς οὔτε πραγματικῆς ἐνδεῶς ἔσχηκεν· ἃς οὐδὲν δέομαι πάλιν ἐξαριθμεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme