35
ὁ γοῦν ἐπὶ πάντων ἐγὼ τῶν ἐμαυτοῦ θεωρημάτων κανόνας ὑποτιθέμενος οὔτε πρότερον ὤκνησα τὰ δοκοῦντά μοι φέρειν ἐς μέσον οὔτε νῦν ἀποτρέψομαι. διδοὺς δὴ τὸ πρῶτον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὸ περὶ τὴν εὕρεσιν τοῦ συγγραφέως εὔστοχον, καὶ εἴ τις ἄλλως προὑπείληφεν εἴ τε διὰ φιλονεικίαν εἴ τε διʼ ἀναισθησίαν, ἁμαρτάνειν αὐτὸν οἰόμενος, θάτερον οὐκέτι δίδωμι, τὸ περὶ τὰς οἰκονομίας αὐτοῦ τεχνικόν, πλὴν ἐπʼ ὀλίγων πάνυ δημηγοριῶν. ὁρῶ δὲ καὶ τὰ περὶ τὴν λέξιν ἐλαττώματα, περὶ ὧν ἤδη προείρηκα, πλεῖστα καὶ μέγιστα ταύταις συμβεβηκότα ταῖς ἰδέαις· καὶ γὰρ αἱ γλωττηματικαὶ καὶ ξέναι καὶ πεποιημέναι λέξεις ἐν ταύταις μάλιστα ἐπιπολάζουσι, καὶ τὰ πολύπλοκα καὶ ἀγκύλα καὶ βεβιασμένα σχήματα πλεῖστα περὶ ταύτας ἐστίν. εἰ δὲ τὰ εἰκότα ἔγνωκα, σύ τε κρινεῖς καὶ τῶν ἄλλων ἕκαστος ἐπὶ τὴν ἐξέτασιν ἀγόμενος τῶν ἔργων. ἔσται δὲ κατὰ ταὐτὰ ἡ παράθεσις αὐτῶν, ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων.