38
καὶ μετὰ τοῦτο ἀποστρέψας τοῦ διηγήματος τὸν διάλογον ἐπὶ τὸ δραματικὸν ταῦτα τὸν Ἀθηναῖον ἀποκρινόμενον ποιεῖ· εἰκὸς μὲν καὶ ξυγγνώμη, ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τραπέσθαι. ἔπειτα εὐσχήμονα πρόθεσιν ὑποθέμενος ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἤδη πάρεστι, καὶ ὁ λόγος, ᾧ προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω πρῶτον μὲν εἴρηκεν ἐνθύμημα οὔτε τῆς Ἀθηναίων πόλεως ἄξιον οὔτʼ ἐπὶ τοιούτοις πράγμασιν ἁρμόττον λέγεσθαι ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετʼ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν, ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν· τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν, ἐπειδὴ περὶ μηδετέρου τούτων βούλεται τὸν λόγον ὑπέχειν· οἷς ἐπιτίθησιν οὔθʼ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δʼ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι. τοῦτο δέ ἐστιν· ὑμεῖς μὲν ἀληθῶς φρονοῦντες ὅτι ἀδικεῖσθε, τὴν ἀνάγκην φέρετε καὶ εἴκετε· ἡμεῖς δὲ οὐκ ἀγνοοῦντες, ὅτι ἀδικοῦμεν ὑμᾶς, τῆς ἀσθενείας ὑμῶν περιεσόμεθα τῇ βίᾳ· ταῦτα γὰρ ἑκατέροις δυνατά. ἔπειτα τὴν αἰτίαν ἀποδοῦναι τούτου βουληθεὶς ἐπιλέγει· ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.