Thesauros Literature History Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
4 ἕν ἔτι λείπεταί μοι μέρος ἀπολογίας δεόμενον, ἐπίφθονον μέν τι κατηγόρημα καὶ τοῖς πολλοῖς κεχαρισμένον, ῥᾳδίως δʼ ἐξελεγχθῆναι δυνησόμενον, ὡς οὐκ ἔστιν ὑγιές. οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν. οὐδὲ γὰρ τὰς Ἀπελλοῦ καὶ Ζεύξιδος καὶ Πρωτογένους καὶ τῶν ἄλλων γραφέων τῶν διωνομασμένων τέχνας οἱ μὴ τὰς αὐτὰς ἔχοντες ἐκείνοις ἀρετὰς κρίνειν κεκώλυνται, οὐδὲ τὰ Φειδίου καὶ Πολυκλείτου καὶ Μύρωνος ἔργα οἱ μὴ τηλικοῦτοι δημιουργοί. ἐῶ γὰρ λέγειν, ὅτι πολλῶν ἔργων οὐχ ἥττων τοῦ τεχνίτου κριτὴς ὁ ἰδιώτης, τῶν τε διʼ αἰσθήσεως ἀλόγου καὶ τοῖς πάθεσι καταλαμβανομένων, καὶ ὅτι πᾶσα τέχνη τούτων στοχάζεται τῶν κριτηρίων καὶ ἀπὸ τούτων λαμβάνει τὴν ἀρχήν. ἅλις ἔστω μοι προοιμίων, ἵνα μὴ λάθω περὶ ταῦτα κατατρίψας τὸν λόγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme