Thesauros Literature History Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
42 τῶν δὲ δημηγορικῶν λόγων τεθαύμακα μὲν τὸν ἐν τῇ πρώτῃ βύβλῳ ῥηθέντα ἐν Ἀθήναις ὑπὸ Περικλέους περὶ τοῦ μὴ εἴκειν Λακεδαιμονίοις, τὸν ἔχοντα τήνδε τὴν ἀρχήν· τῆς μὲν γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις ὡς καὶ τοῖς ἐνθυμήμασιν ἡρμηνευμένον δαιμονίως καὶ οὔτε κατὰ τὴν σύνθεσιν τῶν μορίων οὔτε κατὰ τὴν ἐξαλλαγὴν τῶν σχηματισμῶν τῶν ἀνακολούθων καὶ βεβιασμένων ἐνοχλοῦντα τὰς ἀκοάς, πάσας δὲ περιειληφότα τὰς ἀρετάς, ὁπόσαι γίγνονται περὶ δημηγορικοὺς λόγους· καὶ τοὺς ὑπὸ Νικίου τοῦ στρατηγοῦ ῥηθέντας ἐν Ἀθήναις ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας· τήν τε πεμφθεῖσαν ὑπὸ αὐτοῦ τοῖς Ἀθηναίοις ἐπιστολήν, ἐν ᾗ χρῄζει συμμαχίας ἄλλης καὶ διαδόχου, κάμνων τὸ σῶμα ὑπὸ νόσου· καὶ τὴν παράκλησιν τῶν στρατιωτῶν, ἣν ἐποιήσατο πρὸ τῆς τελευταίας ναυμαχίας· καὶ τὸν παραμυθητικὸν λόγον, ὅτε πεζῇ τὴν στρατιὰν ἔμελλεν ἀπάγειν, ἀπολωλεκὼς τὰς τριήρεις ἁπάσας· καὶ εἴ τινές εἰσιν ἄλλαι τοιαῦται δημηγορίαι καθαραὶ καὶ σαφεῖς καὶ εἰς τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειοι. ὑπὲρ ἁπάσας δὲ τὰς ἐν ταῖς ἑπτὰ βύβλοις φερομένας τὴν Πλαταιέων ἀπολογίαν τεθαύμακα παρʼ οὐδὲν οὕτως ἕτερον ὡς τὸ μὴ βεβασανίσθαι μηδὲ κατεπιτετηδεῦσθαι, ἀληθεῖ δέ τινι καὶ φυσικῷ κεκοσμῆσθαι χρώματι. τά τε γὰρ ἐνθυμήματα πάθους ἐστὶ μεστὰ καὶ ἡ λέξις οὐκ ἀποστρέφουσα τὰς ἀκοάς· ἥ τε γὰρ σύνθεσις εὐεπὴς καὶ τὰ σχήματα τῶν πραγμάτων ἴδια. ταῦτα δὴ τὰ Θουκυδίδου ζηλωτὰ ἔργα, καὶ ἀπὸ τούτων τὰ μιμήματα τοῖς ἱστοριογραφοῦσιν ὑποτίθεμαι λαμβάνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme