Thesauros Literature History Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
45 τούτοις ἐπιτίθησιν ἔτι φορτικωτέραν διάνοιαν καὶ ἥκιστα τῷ παρόντι καιρῷ πρέπουσαν· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. θαυμαστὸν γάρ, εἰ Περικλῆς ὁ μέγιστος τῶν τότε ῥητόρων ἠγνόει τοῦτο, ὃ μηδεὶς ἂν τῶν ἐχόντων μέτριον νοῦν ἠγνόησεν, ὅτι πανταχῇ μὲν οἱ μὴ τεταμιευμένως ἐπαινοῦντες τὰς ἑαυτῶν ἀρετὰς ἐπαχθεῖς τοῖς ἀκούουσι φαίνονται, μάλιστα δʼ ἐν τοῖς πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀγῶσιν, ἐν οἷς γε δὴ μὴ περὶ τιμῶν αὐτοῖς ἐστιν ἀλλὰ περὶ τιμωριῶν ὁ κίνδυνος· τότε γὰρ οὐκ ἐπαχθεῖς μόνον εἰσὶν ἑτέροις, ἀλλὰ καὶ δυστυχεῖς ἑαυτοῖς ἐκκαλούμενοι τὸν παρὰ τῶν πολλῶν φθόνον· ὅταν δὲ τοὺς αὐτούς τις ἔχῃ δικαστάς τε καὶ κατηγόρους, μυρίων αὐτῷ δεῖ δακρύων τε καὶ οἴκτων εἰς αὐτὸ τοῦτο πρῶτον τὸ μετʼ εὐνοίας ἀκουσθῆναι. ὁ δὲ δημαγωγὸς οὐκ ἀρκεῖται τούτοις ἀλλʼ ἐπεξεργάζεταί τε τούτοις καὶ μεταφράζει τὰ ῥηθέντα· ὅ τε γὰρ γνούς φησί καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη, ὅ τʼ ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο. οὐκ οἶδʼ ὅς τις ἂν ὁμολογήσειεν, ὥσπερ ἀληθῆ ταῦτα ἦν, οὕτως καὶ προσήκοντα εἶναι ὑπὸ Περικλέους ἐν Ἀθηναίοις ἠρεθισμένοις πρὸς αὐτοὺς λέγεσθαι. ἦν δέ γε οὐχ ἡ τῶν κρατίστων ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις αὐτὴ καθʼ ἑαυτὴν ἀξία σπουδῆς, εἰ μὴ καὶ τοῖς πράγμασιν εἴη προσήκοντα καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς καὶ τοῖς ἄλλοις ἅπασιν· ἀλλʼ ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὴν ἑαυτοῦ γνώμην ἀποδεικνύμενος ὁ συγγραφεύς, ἣν εἶχε περὶ τῆς Περικλέους ἀρετῆς, παρὰ τόπον ἔοικεν εἰρηκέναι ταῦτα. ἐχρῆν δέ γε αὐτὸν μὲν ὅ τι βούλεται περὶ τοῦ ἀνδρὸς ἀποφαίνεσθαι, τῷ δὲ κινδυνεύοντι τοὺς ταπεινοὺς καὶ παραιτητικοὺς τῆς ὀργῆς ἀποδοῦναι λόγους· τοῦτο γὰρ ἦν πρέπον τῷ μιμεῖσθαι βουλομένῳ συγγραφεῖ τὴν ἀλήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme