Thesauros Literature History Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
51 πρὸς μὲν οὖν τοὺς οἰομένους μόνων εἶναι τῶν εὐπαιδεύτων ἀναγνῶναί τε καὶ συνεἷναι τὴν Θουκυδίδου διάλεκτον ταῦτα λέγειν ἔχω, ὅτι τὸ τοῦ πράγματος ἀναγκαῖόν τε καὶ χρήσιμον ἅπασιν (οὐδὲν γὰρ ἂν ἀναγκαιότερον γένοιτο οὐδὲ πολυωφελέστερον) ἀναιροῦσιν ἐκ τοῦ κοινοῦ βίου, ὀλίγων παντάπασιν ἀνθρώπων οὕτω ποιοῦντες, ὥσπερ ἐν ταῖς ὀλιγαρχουμέναις ἢ τυραννουμέναις πόλεσιν· εὐαρίθμητοι γάρ τινές εἰσιν οἷοι πάντα τὰ Θουκυδίδου συμβαλεῖν, καὶ οὐδʼ οὗτοι χωρὶς ἐξηγήσεως γραμματικῆς ἔνια. πρὸς δὲ τοὺς ἐπὶ τὸν ἀρχαῖον βίον ἀναφέροντας τὴν Θουκυδίδου διάλεκτον ὡς δὴ τοῖς τότε ἀνθρώποις οὖσαν συνήθη, βραχὺς ἀπόχρη μοι λόγος καὶ σαφής, ὅτι πολλῶν γενομένων Ἀθήνησι κατὰ τὸν Πελοποννησιακὸν πόλεμον ῥητόρων τε καὶ φιλοσόφων οὐδεὶς αὐτῶν κέχρηται ταύτῃ τῇ διαλέκτῳ, οὔθʼ οἱ περὶ Ἀνδοκίδην καὶ Ἀντιφῶντα καὶ Λυσίαν ῥήτορες οὔθʼ οἱ περὶ Κριτίαν καὶ Ἀντισθένη καὶ Ξενοφῶντα Σωκρατικοί. ἐκ δὴ τούτων ἁπάντων δῆλός ἐστιν ἁνὴρ πρῶτος ἐπιτετηδευκὼς ταύτην τὴν ἑρμηνείαν, ἵνα διαλλάξῃ τοὺς ἄλλους συγγραφεῖς. ὅταν μὲν οὖν τεταμιευμένως αὐτῇ χρήσηται καὶ μετρίως, θαυμαστός ἐστι καὶ οὐδενὶ συγκριτὸς οὐδʼ ἑτέρῳ· ὅταν δὲ κατακόρως καὶ ἀπειροκάλως, μήτε τοὺς καιροὺς διορίζων μήτε τὴν ποσότητα ὁρῶν, μεμπτός. ἐγὼ δὲ οὔτε αὐχμηρὰν καὶ ἀκόσμητον καὶ ἰδιωτικὴν τὴν ἱστορικὴν εἶναι πραγματείαν ἀξιώσαιμʼ ἄν, ἀλλʼ ἔχουσάν τι καὶ ποιητικόν· οὔτε παντάπασι ποιητικήν, ἀλλʼ ἐπʼ ὀλίγον ἐκβεβηκυῖαν τῆς ἐν ἔθει· ἀνιαρὸν γὰρ ὁ κόρος καὶ τῶν πάνυ ἡδέων, ἡ δὲ συμμετρία πανταχῇ χρήσιμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme