Thesauros Literature History Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
6 ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν. βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.
7 ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδἐ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε. καὶ ἔτι τὰ ἐν τᾷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ ἐν τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.
8 ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν· βούλεται μὲν γὰρ δηλοῦν· ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· τοὺς δʼ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme