Thesauros Literature History Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
14 πρόσωπα δὲ παρʼ αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν· ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἷον παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει· πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν· τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς· τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ. αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν.
14 πράγματα δὲ ἀντὶ σωμάτων τὰ τοιαῦτα ὑπʼ αὐτοῦ γίνεται· λέγεται δὲ ὑπὸ τοῦ Κορινθίων πρεσβευτοῦ πρὸς Λακεδαιμονίους συγκρίνοντος τά τε Ἀθηναίων καὶ Λακεδαιμονίων· οἳ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι· μέχρι μὲν οὖν τούτων τὸ σχῆμα τῆς λέξεως σῴζει τὴν ἀκολουθίαν, ὡς ἐπὶ προσώπων ἀμφοτέρων κείμενον. ἔπειτα ἀποστρέφεται κατὰ θάτερον τῶν μερῶν ὁ λόγος, καὶ ἀντὶ σωμάτων πρᾶγμα γίνεται τὸ περὶ τοὺς Λακεδαιμονίους, ὅταν φῇ· αὖθις δὲ οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι· τὸ γὰρ ὑμέτερον ἀντὶ τοῦ ὑμεῖς παρείληπται, πρᾶγμα ὑπάρχον ἀντὶ σώματος.
14 ἐν δὲ τοῖς ἐνθυμήμασίν τε καὶ νοήμασιν αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι καὶ μόλις ἐπὶ τὸ τέλος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme