Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
4 ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι, τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας. αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων· τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς ὑπομένει μέχρι κορωνίδος διελθεῖν, Φύλαρχον λέγω καὶ Δοῦριν καὶ Πολύβιον καὶ Ψάωνα καὶ τὸν Καλλατιανὸν Δημήτριον Ἱερώνυμόν τε καὶ Ἀντίγονον καὶ Ἡρακλείδην καὶ Ἡγησιάνακτα καὶ ἄλλους μυρίους· ὧν ἁπάντων εἰ τὰ ὀνόματα βουλοίμην λέγειν, ἐπιλείψει με ὁ τῆς ἡμέρας χρόνος. καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπου γε καὶ οἱ φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων ὥστε αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τοῦ λόγου Χρυσίππῳ τῷ Στωϊκῷ ʽπεραιτέρῳ γὰρ οὐκ ἂν προβαῖεν̓· τούτου γὰρ οὔτʼ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν οὔτε ἁρμονίᾳ χείρονι συνταχθέντας ἐξήνεγκε λόγους τῶν γοῦν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζεσθαί γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ καὶ τέχνας γέ τινας ἔγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων· ἀλλὰ πολύ τι πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλάγχθησαν καὶ οὐδʼ ὄναρ εἶδον, τί ποτʼ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν. ἐγώ γʼ οὖν ὅτʼ ἔγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις, εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου ποιουμένους· δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῇ δʼ οὐδὲν εἰρημένον ὑπʼ οὐδενὸς ὁρῶν τῶν γοῦν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττὰς ἐπιγραφὴν ἐχούσας περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν οὐ ῥητορικὴν θεωρίαν ἐχούσας ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βύβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτʼ ὠφέλειαν οὔτε χρείαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένας εἰς γοῦν ἡδονὴν καὶ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην, ἐσκόπουν δʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ γενόμενος, εἴ τινα δυναίμην εὑρεῖν φυσικὴν ἀφορμήν, ἐπειδὴ παντὸς πράγματος καὶ πάσης ζητήσεως αὕτη δοκεῖ κρατίστη εἶναι ἀρχή. ἁψάμενος δέ τινων θεωρημάτων καὶ δόξας ὁδῷ μοι τὸ πρᾶγμα χωρεῖν ὡς ἔμαθον ἑτέρωσέ ποι ταύτην ἄγουσαν ἐμὲ τὴν ὁδόν, οὐχ ὅποι ἐπορευόμην καὶ ἀναγκαῖον ἦν ἐλθεῖν, ἀπέστην. κωλύσει δʼ οὐδὲν ἴσως κἀκείνης ἅψασθαι τῆς θεωρίας καὶ τὰς αἰτίας εἰπεῖν διʼ ἃς ἐξέλιπον αὐτήν, ἵνα μή με δόξῃ τις ἀγνοίᾳ παρελθεῖν αὐτὴν ἀλλὰ προαιρέσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme