Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
5 πλῆξε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων, πρότερον γὰρ δή που τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ ἔτι ἤλασεν ἄγχι στάς, πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, πρῶτον γὰρ δή που προσῆκεν τῷ μέλλοντι τὸν πέλεκυν ἐμβάλλειν εἰς τοὺς τένοντας τοῦ ταύρου τὸ στῆναι αὐτοῦ πλησίον. ἔτι πρὸς τούτοις ἠξίουν τὰ μὲν ὀνοματικὰ προτάττειν τῶν ἐπιθέτων, τὰ δὲ προσηγορικὰ τῶν ὀνοματικῶν, τὰς δʼ ἀντονομασίας τῶν προσηγορικῶν, ἔν τε τοῖς ῥήμασι φυλάττειν, ἵνα τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων, καὶ ἄλλα τοιαῦτα πολλά. πάντα δὲ ταῦτα διεσάλευεν ἡ πεῖρα καὶ τοῦ μηδενὸς ἄξια ἀπέφαινε. τοτὲ μὲν γὰρ ἐκ τούτων ἐγίνετο καὶ τῶν ὁμοίων αὐτοῖς ἡδεῖα ἡ σύνθεσις καὶ καλή, τοτὲ δʼ ἐκ τῶν μὴ τοιούτων ἀλλʼ ἐναντίων. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας τῆς τοιαύτης θεωρίας ἀπέστην. ἐμνήσθην δʼ αὐτῶν καὶ νῦν οὐχ ὡς σπουδῆς ἀξίων, καὶ τὰς διαλεκτικὰς παρεθέμην τέχνας οὐχ ὡς ἀναγκαίας, ἀλλʼ ἵνα μηδεὶς δοκῶν ἔχειν τι αὐτὰς χρήσιμον εἰς τὴν παροῦσαν θεωρίαν περὶ πολλοῦ ποιῆται εἰδέναι, θηρευθεὶς ταῖς ἐπιγραφαῖς τῶν πραγματειῶν ὁμοιότητά τινα ἐχούσαις καὶ τῇ δόξῃ τῶν συνταξαμένων αὐτάς.
5 ἐπάνειμι δὴ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀφʼ ἧς εἰς ταῦτʼ ἐξέβην, ὅτι πολλὴ πρόνοια τοῖς ἀρχαίοις ἦν καὶ ποιηταῖς καὶ συγγραφεῦσι φιλοσόφοις τε καὶ ῥήτορσι τῆς ἰδέας ταύτης, καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν, τέχνη δέ τις ἦν παρʼ αὐτοῖς καὶ θεωρήματα οἷς χρώμενοι συνετίθεσαν εὖ. τίνα δʼ ἦν τὰ θεωρήματα ταῦτα, ἐγὼ πειράσομαι διδάσκειν, ὡς ἂν οἷός τε ὦ, ὅσα μοι δύναμις ἐγένετο συνεξευρεῖν, οὐχ ἅπαντα λέγων ἀλλʼ αὐτὰ τὰ ἀναγκαιότατα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme