Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
9 ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵνʼ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι; ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων. ἐνταυθοῖ γὰρ τὸ παρὰ τῶν ἀκουσάντων πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ τοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρʼ Αἰσχίνῃ λεγόμενον τουτί ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς , τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς , τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης καὶ προσέτι πάθος τῷ λόγῳ. τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν· οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί· μύω τε καὶ δέδορκα κἀξανίσταμαι πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι· ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφʼ ἑτέρων , τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δʼ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλʼ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme