Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
11 ἐξ ὧν δʼ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα καὶ τὰ κράτιστα, μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα, ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸν πίνον καὶ τὰ τούτοις ὅμοια. ταυτὶ γάρ μοι δοκεῖ κυριώτατα εἶναι καὶ ὥσπερ κεφάλαια τῶν ἄλλων ἐν ἑκατέρῳ. ὧν μὲν οὖν στοχάζονται πάντες οἱ σπουδῇ γράφοντες μέτρον ἢ μέλος ἢ τὴν λεγομένην πεζὴν λέξιν, ταῦτʼ ἐστὶ καὶ οὐκ οἶδʼ εἴ τι παρὰ ταῦθʼ ἕτερον· οἱ δὲ πρωτεύσαντες ἐν ἑτέρῳ τινὶ τούτων καὶ ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες· παραδείγματα δὲ αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ περὶ ταῦτα κατατρίψω τὸν λόγον· καὶ ἅμα εἴ τι λεχθῆναι περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτʼ εἰρῆσθαι περὶ αὐτῶν ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην τῆς θʼ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθʼ ὁδόν, ὥς φασι, χωρῇ ὁ λόγος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme