11
ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν, ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς πάθεσιν ὁμολογουμένην· τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφʼ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται, ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δʼ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ πιέσας τὸ στόμα θρυλιγμὸν ἢ τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. καίτοι γʼ εἴ τις κελεύσειε τὸν ἰδιώτην τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων, αὐτὸν ποιῆσαι λαβόντα τὰ ὄργανα, οὐκ ἂν δύναιτο. τί δή ποτε; ὅτι τοῦτο μὲν ἐπιστήμης ἐστίν, ἧς οὐ πάντες μετειλήφαμεν, ἐκεῖνο δὲ πάθος ὃ πᾶσιν ἀπέδωκεν ἡ φύσις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ῥυθμῶν γινόμενον ἐθεασάμην, ἅμα πάντας ἀγανακτοῦντας καὶ δυσαρεστουμένους, ὅτε τις ἢ κροῦσιν ἢ κίνησιν ἢ μορφὴν ἐν ἀσυμμέτροις ποιήσαιτο χρόνοις καὶ τοὺς ῥυθμοὺς ἀφανίσειεν. καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπʼ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν οὐδʼ ὑπὸ πάντων ὁμοίως διακούοννται· ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ πάντας ἡμᾶς κατορθούμενα καὶ εἰς πολλὴν ὄχλησιν ἄγει διαμαρτανόμενα· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν τεκμαίρομαι δέ, ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος μὲν ἐν ἅπασι διευστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται. καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι. μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδῇ καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δʼ ἐπὶ πάντων τὸ οἰκεῖον, ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον.