11
δεδειγμένης τῆς διαφορᾶς ᾗ διαφέρει μουσικὴ λογικῆς λοιπὸν ἂν εἴη κἀκεῖνα λέγειν, ὅτι τὸ μὲν τῆς φωνῆς μέλος, λέγω δὲ οὐ τῆς ᾠδικῆς ἀλλὰ τῆς ψιλῆς, ἐὰν ἡδέως διατιθῇ τὴν ἀκοήν, εὐμελὲς λέγοιτʼ ἄν, ἀλλʼ οὐκ ἐμμελές· ἡ δʼ ἐν τοῖς χρόνοις τῶν μορίων συμμετρία σῴζουσα τὸ μελικὸν σχῆμα εὔρυθμος, ἀλλʼ οὐκ ἔνρυθμος· πῇ δὲ διαφέρει ταῦτα ἀλλήλων, κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. νυνὶ δὲ τἀκόλουθʼ ἀποδοῦναι πειράσομαι, πῶς ἂν γένοιτο λέξις πολιτικὴ παρʼ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατά τε τὰ μέλη τῶν φθόγγων καὶ κατὰ τὰς συμμετρίας τῶν ῥυθμῶν καὶ κατὰ τὰς ποικιλίας τῶν μεταβολῶν καὶ κατὰ τὸ πρέπον τοῖς ὑποκειμένοις, ἐπειδὴ ταῦθʼ ὑπεθέμην τὰ κεφάλαια.