Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
12 οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν ὁρατικὴν αἴσθησιν τὰ ὁρατὰ πάντα οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτήν τινες ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν. αἰτία δὲ ἥ τε τῶν γραμμάτων φύσις ἐξ ὧν ἡ φωνὴ συνέστηκεν, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὴ δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρά, καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα καὶ μήτʼ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις) μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ δὴ ὁμοιότονα παρʼ ὁμοιοτόνοις μηδʼ ὁμοιόχρονα παρʼ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν (μηκυνόμεναι γὰρ ἔξω τοῦ μετρίου πάνυ προσίστανται ταῖς ἀκοαῖς) καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς ὀνομάτων τε τῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ τῶν ἄλλων μερῶν τὸν κόρον φυλαττομένους, σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν ἀλλὰ θαμινὰ μεταβάλλειν καὶ τρόπους μὴ τοὺς αὐτοὺς ἐπεισφέρειν, ἀλλὰ ποικίλλειν, μηδὲ δὴ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν εἰς τὰ αὐτὰ ὑπερτείνοντας τὸν ἑκατέρου καιρόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme