12
καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν ὡς ἡδονῆς αἴτια διὰ παντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι· οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν· ἀλλʼ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν θηρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον. καιροῦ δὲ οὔτε ῥήτωρ οὐδεὶς οὔτε φιλόσοφος εἰς τόδε γε τέχνην ὥρισεν, οὐδʼ ὅσπερ πρῶτος ἐπεχείρησε περὶ αὐτοῦ γράφειν Γοργίας ὁ Λεοντῖνος οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔγραψεν· οὐδʼ ἔχει φύσιν τὸ πρᾶγμα εἰς καθολικὴν καὶ ἔντεχνόν τινα περίληψιν πεσεῖν, οὐδʼ ὅλως ἐπιστήμῃ θηρατός ἐστιν ὁ καιρὸς ἀλλὰ δόξῃ. ταύτην δʼ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν, οἱ δʼ ἀγύμναστον ἀφέντες σπανιώτερον καὶ ὥσπερ ἀπὸ τύχης.