12
ἵνα δὲ καὶ περὶ τῶν ἄλλων εἴπω, ταῦτʼ οἴομαι χρῆναι φυλάττειν ἐν τῇ συνθέσει τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως· ἢ τὰ εὐμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφʼ ὧν γλυκαίνεταί τε καὶ ἐκμαλάττεται καὶ τὸ ὅλον οἰκείως διατίθεται ἡ αἴσθησις, ταῦτα ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαύτην ἔχοντα φύσιν ἐγκαταπλέκειν τε καὶ συνυφαίνειν τοῖς δυναμένοις αὐτὴν γοητεύειν, ὥστε ὑπὸ τῆς ἐκείνων χάριτος ἐπισκοτεῖσθαι τὴν τούτων ἀηδίαν· οἷόν τι ποιοῦσιν οἱ φρόνιμοι στρατηλάται κατὰ τὰς συντάξεις τῶν στρατευμάτων· καὶ γὰρ ἐκεῖνοι ἐπικρύπτουσι τοῖς ἰσχυροῖς τὰ ἀσθενῆ, καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταυτότητά φημι δεῖν μεταβολὰς εὐκαίρους εἰσφέροντα· καὶ γὰρ ἡ μεταβολὴ παντὸς ἔργου χρῆμα ἡδύ. τελευταῖον δὲ ὃ δὴ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν. δυσωπεῖσθαι δʼ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαί φημι λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν Ὁμήρῳ τε παραδείγματι χρώμενος, παρʼ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις, ὧν ὀλίγον ὕστερον μνησθήσομαι καθʼ ὅ τι ἂν ἁρμόττῃ περὶ ἑκάστου. ταῦτά μοι περὶ τῆς ἡδείας εἰρήσθω συνθέσεως, ὀλίγα μὲν ἀπὸ πολλῶν θεωρημάτων, ἱκανὰ δὲ ὡς κεφάλαια εἶναι.