13
εἶἑν. καλὴ δʼ ἁρμονία πῶς γένοιτʼ ἂν εἴ τις ἔροιτό με καὶ ἐκ ποίων θεωρημάτων, οὐκ ἄλλως πως νὴ Δία φαίην ἂν οὐδʼ ἐξ ἄλλων τινῶν ἢ ἐξ ὧν περ ἡ ἡδεῖα· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν, μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον. ὥσπερ γὰρ ἡδεῖά τις γίνεται λέξις, οὕτω γενναία τις ἄρα, καὶ ῥυθμὸς ὥσπερ γλαφυρός τις, οὕτω καὶ σεμνός τις ἕτερος, καὶ τὸ μεταβάλλειν ὥσπερ χάριν ἔχει, οὕτω καὶ τόνον· τὸ δὲ δὴ πρέπον εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει μέρος, σχολῇ γʼ ἂν ἄλλου τινός. ἐξ ἁπάντων δή φημι τούτων ἐπιτηδεύεσθαι δεῖν τὸ καλὸν ἐν ἁρμονίᾳ λέξεως ἐξ ὧν περ καὶ τὸ ἡδύ. αἰτία δὲ κἀνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν, ὥσπερ ὑπεσχόμην.
14
ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα· γράμματα μὲν ὅτι γραμμαῖς τισι σημαίνεται, στοιχεῖα δὲ ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρώτων καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖα. τῶν δὴ στοιχείων τε καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθʼ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευτέρα δὲ καθʼ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθʼ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκε, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικούς· ἃ δʼ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθʼ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰς πρώτας τε καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθʼ ἑαυτὰ φωνεῖται καὶ μεθʼ ἑτέρων καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δʼ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθʼ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δʼ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθʼ ἑαυτά, μεθʼ ἑτέρων δʼ ἐκφωνεῖται.