Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
14 ἀριθμὸς δὲ αὐτῶν ὅστίς ἐστιν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλὴν παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἳ μὲν γὰρ ᾠήθησαν εἶναι τριακαίδεκα τὰ πάντα τῆς φωνῆς στοιχεῖα, κατεσκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἳ δὲ καὶ τῶν εἰκοσιτεσσάρων οἷς χρώμεθα νῦν πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φιλοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μήτʼ ἐλάττους τῶν κδ μήτε πλείους ὑποθεμένοις εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν, τὴν ἀρχὴν ἀπὸ τῶν φωνηέντων ποιησαμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme