14
ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ζ, δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο, δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω, τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ, καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται· καὶ αὐτὰ οἳ μὲν δίχρονα, ὥσπερ ἔφην, οἳ δὲ μεταπτωτικὰ καλοῦσιν. φωνεῖται δὲ ταῦτα πάντα παρὰ τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλʼ ἠρεμούσης. πλὴν τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται τεταμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος, τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται κατὰ τὴν ἐκφοράν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν. δεύτερον δὲ τὸ η, διότι κάτω τε περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον ἀλλʼ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος. τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔτι δʼ ἧττον τούτου τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας τε γὰρ ἡ κροῦσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τοῦ ε τὸ ο· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.