14
φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν πέντε μέν ἐστιν ἁπλᾶ τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ τὸ ρ καὶ τὸ ς· διπλᾶ δὲ τρία τό τε ζ καὶ τὸ ξ καὶ τὸ ψ. διπλᾶ δὲ λέγουσιν αὐτὰ ἤτοι διὰ τὸ σύνθετα εἶναι τὸ μὲν ζ διὰ τοῦ ς καὶ δ, τὸ δὲ ξ διὰ τοῦ κ καὶ ς, τὸ δὲ ψ διὰ τοῦ π καὶ ς συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον. τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους τόπους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δʼ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τοὺς ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορριπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ ς τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ ς, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π.