Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
14 οὗτοι σχηματισμοὶ γραμμάτων ἡμιφώνων. δύναται δʼ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον, τραχύνει δὲ τὸ ρ καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα τό τε μ καὶ τὸ ν κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους. ἄχαρι δὲ καὶ ἀηδὲς τὸ ς καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλόγου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινες σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως, εἰσὶ δʼ οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι· πρὶν μὲν εἷρπε σχοινοτένειά τʼ ἀοιδὰ διθυράμβω καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις. τριῶν δὲ τῶν ἄλλων γραμμάτων ἃ δὴ διπλᾶ καλεῖται τὸ ζ μᾶλλον ἡδύνει τὴν ἀκοὴν τῶν ἑτέρων· τὸ μὲν γὰρ ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π τὸν συριγμὸν ἀποδίδωσι ψιλῶν ὄντων ἀμφοτέρων, τοῦτο δʼ ἡσυχῇ τῷ πνεύματι δασύνεται καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον. καὶ περὶ μὲν τῶν ἡμιφώνων τοσαῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme