Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
14 τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ καὶ τὸ π καὶ τὸ τ, δασέα δὲ τὸ θ καὶ τὸ φ καὶ τὸ χ, κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ. φωνεῖται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε· τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τότε προβαλλόμενον ἐκ τῆς ἀρτηρίας τὸ πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ. καὶ ψιλὸν μέν ἐστιν αὐτῶν τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ ἀμφοῖν τὸ β· τοῦ μὲν γὰρ ψιλότερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν γραμμάτων ἀφώνων ὁμοίῳ σχήματι λεγομένων, ψιλότητι δὲ καὶ δασύτητι διαφερόντων. τρία δὲ ἄλλα λέγεται τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθʼ ὑπὸ τοῦ πνεύματος ἀπορριπιζομένης καὶ τὴν διέξοδον αὐτῷ κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ ψιλότητι· ψιλὸν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ, δασὺ δὲ τὸ θ, μέσον δὲ καὶ ἐπίκοινον τὸ δ. αὕτη δευτέρα συζυγία τριῶν γραμμάτων ἀφώνων. τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, οὐδὲν οὐδὲ ταῦτα διαφέροντα τᾷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ μὲν κ ψιλῶς λέγεται, τὸ δὲ χ δασέως, τὸ δὲ γ μετρίως καὶ μεταξὺ ἀμφοῖν. τούτων κράτιστα μέν ἐστιν ὅσα τῷ πνεύματι πολλῷ λέγεται, δεύτερα δʼ ὅσα μέσως, κάκιστα δὲ ὅσα ψιλῶς· ταῦτα μὲν γὰρ τὴν αὑτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστʼ ἐγγύς που τελειότερα εἶναι ἐκείνων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme