15
ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται ὁδός. ταύτῃ τις προσθέτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως ἀλλʼ ἕξει τινὰ παραλλαγὴν ἀκαρῆ παρὰ τὴν προτέραν. ἔτι προσθέτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ καὶ γενέσθω τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν καὶ ἔτι βραχεῖα μένει. τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς καὶ γενέσθω στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέτταρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς. ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθʼ ἣν λέγεται σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τʼ οὖν αὖθις καθʼ ἓν ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν μέχρι γραμμάτων ε μηκυνομένας μήτε τὰς βραχείας εἰς ἓν ἀπὸ πολλῶν γραμμάτων συστελλομένας ἐκπίπτειν τῆς βραχύτητος, ἀλλὰ κἀκείνας ἐν διπλασίῳ λόγῳ θεωρεῖσθαι τῶν βραχειῶν καὶ ταύτας ἐν ἡμίσει τῶν μακρῶν, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν. ἀρκεῖ γὰρ ὅσον εἰς τὴν παροῦσαν ὑπόθεσιν ἥρμοττεν εἰρῆσθαι, ὅτι διαλλάττει καὶ βραχεῖα συλλαβὴ βραχείας καὶ μακρὰ μακρᾶς καὶ οὐ τὴν αὐτὴν ἔχει δύναμιν οὔτʼ ἐν λόγοις ψιλοῖς οὔτʼ ἐν ποιήμασιν ἢ μέλεσιν διὰ μέτρων ἢ ῥυθμῶν κατασκευαζομένοις πᾶσα βραχεῖα καὶ πᾶσα μακρά.