Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
16 καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ.
16 τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme