16
χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα. ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. τῇ δʼ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλʼ ἰσχυρὰς καὶ ἀντιτύπους ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ. βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δʼ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι. ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος ἐπὶ τῶν ἀηδεστάτων τε καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων· σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν. εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά παραδείγματος ἕνεκα, ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντʼ εἶναι τὰ μόρια τῆς λέξεως ὑφʼ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντινʼ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτʼ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλʼ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδʼ ἥντινʼ οὖν ἔχοι· ἀλλʼ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων· Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον. ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.