Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
18 ὧν δʼ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν ʽοὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκἀ, ταῦτʼ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθʼ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. δῆλον. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατʼ εὐχήν· εἰ δʼ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται ʽτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν̓, οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme