Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
18 μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δʼ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν . τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτʼ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτʼ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφʼ ἧς τελειοῦται τὸ κῶλον· ὥστʼ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δʼ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστʼ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme