18
οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δʼ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης ὁ σοφιστὴς Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστʼ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δʼ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δʼ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ. φερόμενος δʼ ὑπʼ ὀργῆς τούς τʼ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδʼ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως.