Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
18 ἆρά γε ὅμοια ταῦτʼ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλʼ ὅμως ἄξιον ἐστὶν ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ· ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα· ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασεν. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἄκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπʼ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτʼ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλʼ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος ἢ ἀδόκιμος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει.
18 εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme