19
ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει καὶ ἄδειαν ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν, ὅπως βούλεται. καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥτις ἂν ἔχῃ πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δʼ ἔξω περιόδου καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δʼ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον καὶ τὸ μὲν αὐτουργότερον τὸ δὲ βραδύτερον, τὸ δὲ ἀκριβέστερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι καὶ σχήματα παντοῖα καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δέ τινα χάριν ἐν τοῖς τοιούτοις καὶ τὸ οὕτω συγκείμενον ὥστε μὴ συγκεῖσθαι δοκεῖν. καὶ οὐ πολλῶν δεῖν οἶμαι λόγων εἰς τουτὶ τὸ μέρος· ὅτι γὰρ ἥδιστόν τε καὶ κάλλιστον ἐν λόγοις μεταβολή, πάντας εἰδέναι πείθομαι. παράδειγμα δὲ αὐτῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀμήχανον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέραις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δʼ ὡς ἐν διαλόγων χάριτι, τὸν δʼ ὡς ἐν λόγων ἐναγωνίων χρεία. ἀλλʼ οὐχ ἥ γε Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν, ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλʼ ἔστι παρʼ αὐτοῖς εἷς περιόδου κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. οὐ δὴ ἀποδέχομαι τὴν αἵρεσιν ἐκείνην κατὰ τοῦτο τὸ μέρος. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετʼ ἐκεῖνον ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.