22
ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δʼ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλʼ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδʼ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτʼ ἐλλιπεῖν τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή· δεῦτʼ ἐν χορὸν Ὀλύμπιοι ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν, ἰοδέτων λαχεῖν στεφάνων τᾶν τʼ ἐαριδρόπων ἀοιδᾶν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντʼ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδόταν θεόν, τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν, γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν γυναικῶν τε Καδμεϊᾶν ἔμολον. ἐναργέα τελέων σάματʼ οὐ λανθάνει, φοινικοεάνων ὁπότʼ οἰχθέντος Ὡρᾶν θαλάμου εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλεται, τότʼ ἐπʼ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τʼ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί. ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν ʽοὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρἀ, ἐγὼ πειράσομαι δεικνύναι.