Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ. οὐ συναλείφεται δὲ οὐδὲ ταῦτʼ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν· κατὰ τί ποτε; ὅτι βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δʼ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδʼ εὐκέραστον τὸν ἦχον, ἀλλʼ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δʼ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδʼ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλʼ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον. τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme