Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ ς τοῦ ξ κατὰ συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθʼ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ π καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων · τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ σιωπῇ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δʼ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι.
22 καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων , τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τῆς πρώτης τέλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme