Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον τὸ δὲ καὶ διανοούμενον , πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην, εἴ τις αὐτὰς συμμέτρως μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περιλαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθʼ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων. πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme