23
ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθʼ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδʼ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον διʼ εὐλαβείας ἔχει.
23
οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδʼ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.