3
φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφʼ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, ὃ δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήν—πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρῳ· ἀλλʼ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα γλῶτταν καὶ οὐδὲν ἄλλο περιεργασάμενος οὕτως ἐξοίσω τὸν διάλογον.