Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
23 ἀκόλουθον δʼ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετʼ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ. Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφροδίτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα, πότνια θῦμον· ἀλλὰ τύδʼ ἔλθʼ, αἴ ποκα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυ ἔκλυες, πάτρος δὲ δόμον λίποισα, χρύσιον ἦλθες ἄρμʼ ὐπασδεύξαισα. κάλοι δέ σʼ ἆγον ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας πύκνα διννῆντες πτέρʼ ἀπʼ ὠράνᾤθερος διὰ μέσσω. αἶψα δʼ ἐξίκοντο· τὺ δʼ, ὦ μάκαιρα, μειδιάσαισʼ ἀθανάτω προσώπω ἤρεʼ, ὄττι δἦν τὸ πέπονθα κὤττι δηὖτε κάλημι, κὤττʼ ἔμω μάλιστα θέλω γενέσθαι μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα; τίς σʼ, ὦ Ψάπφʼ, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει· αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμάρρει, τέλεσον, σὺ δʼ αὔτα σύμμαχος ἔσσο. ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme