Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
23 ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε· πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν. ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθʼ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπʼ ἀλλήλων, ἀλλʼ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δʼ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπʼ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δʼ οὐδʼ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme