25
τίς δʼ ἐστὶν ἡ τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. ἡ μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων ἢ περιόδων ἢ στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένη κεχρῆσθαί φημι. καὶ ὅτι ἀληθῆ ταῦτʼ ἐστὶ καὶ οὐδὲν ἐγὼ καινοτομῶ, λάβοι μὲν ἄν τις καὶ ἐκ τῆς Ἀριστοτέλους μαρτυρίας τὴν πίστιν· εἴρηται γὰρ τῷ φιλοσόφῳ τά τε ἄλλα περὶ τῆς λέξεως τῆς πολιτικῆς ἐν τῇ τρίτῃ βύβλῳ τῶν ῥητορικῶν τεχνῶν οἵαν αὐτὴν εἶναι προσῆκεν, καὶ δὴ καὶ περὶ τῆς εὐρυθμίας ἐξ ὧν τις τοιαύτη γένοιτο· ἐν ᾗ τοὺς ἐπιτηδειοτάτους ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται, καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς, εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας τις αὐτῆς γνώσεται.