25
αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρʼ ὃ καὶ λέληθεν· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με · τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατʼ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον ἔσται τετράμετρον ἀναπαιστικόν, ὃ καλοῦσίν τινες Ἀριστοφάνειον· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι, ἴσον δὲ τῷ λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο. τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλʼ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα ὅμοιον τούτοις κοῦραι ἐλαφρὰ ποδῶν ἴχνιʼ ἀειράμεναι. καὶ τοῦτʼ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλʼ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων· μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ · εἰ γὰρ τὸ Σαπφικόν τις ἐπιθαλάμιον τουτί οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνʼενόμιστο τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα καὶ σωφροσύνη ʼνενόμιστο· οὐδὲν διοίσει τοῦ μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ . τὸ δʼ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν · τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα. παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως ἀλλʼ αὐτοματισμῷ γενόμενα; τί οὖν βούλεται πάλιν τὸ προσεχὲς τούτῳ κῶλον; ἰαμβεῖον γάρ ἐστι καὶ τοῦτο τρίμετρον ὀρθόν ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι, τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν. καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸ καὶ σκοπῶ , ὑφʼ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δʼ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας, ὅμοιον τῷ παρʼ Εὐριπίδῃ τῷδε βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει. καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτί ἀποστερηθῆναι πάλιν αὐτῆς ἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δʼ ἂν τέλειον οὕτως ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει. ταῦτʼ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα οὕτω ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ· καὶ γὰρ τὰ ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι πολλῶν καὶ παντοδαπῶν ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν.